Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.235 Joseph. AJ 14.240 (English) >>Joseph. AJ 14.245

14.238παρῆσαν Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος Ὁρατία πρεσβευτής, Τίτος Τόνγιος Κροστομίνα, Κόιντος Καίσιος Κοΐντου, Τίτος Πήιος Τίτου υἱὸς Κορνηλία Λογγῖνος, Γάιος Σερουίλιος Γαΐου Τηρητείνα Βρόκχος χιλίαρχος, Πόπλιος Κλούσιος Ποπλίου υἱὸς Ἐτωρία Γάλλος, 14.239Γάιος Τεύτιος Γαΐου Αἰμιλία χιλίαρχος, Σέξστος Ἀτίλιος Σέξστου υἱὸς Αἰμιλία Σέσρανος, Γάιος Πομπήιος Γαΐου υἱὸς Σαβατίνα, Τίτος Ἄμπιος Τίτου Μένανδρος, Πόπλιος Σερουίλιος Ποπλίου υἱὸς Στράβων, Λεύκιος Πάκκιος Λευκίου Κολλίνα Καπίτων, Αὖλος Φούριος Αὔλου υἱὸς Τέρτιος, Ἄππιος Μηνᾶς. 14.240ἐπὶ τούτων Λέντλος δόγμα ἐξέθετο· πολίτας Ῥωμαίων Ἰουδαίους, οἵτινες ἱερὰ Ἰουδαϊκὰ ποιεῖν εἰώθασιν, ἐν Ἐφέσῳ πρὸ τοῦ βήματος δεισιδαιμονίας ἕνεκα ἀπέλυσα. 14.241

Λαοδικέων ἄρχοντες Γαΐῳ Ῥαβελλίῳ Γαΐου υἱῷ ὑπάτῳ χαίρειν. Σώπατρος Ὑρκανοῦ τοῦ ἀρχιερέως πρεσβευτὴς ἀπέδωκεν ἡμῖν τὴν παρὰ σοῦ ἐπιστολήν, διʼ ἧς ἐδήλου ἡμῖν παρὰ Ὑρκανοῦ τοῦ Ἰουδαίων ἀρχιερέως ἐληλυθότας τινὰς γράμματα κομίσαι περὶ τοῦ ἔθνους αὐτῶν γεγραμμένα, 14.242ἵνα τά τε σάββατα αὐτοῖς ἐξῇ ἄγειν καὶ τὰ λοιπὰ ἱερὰ ἐπιτελεῖν κατὰ τοὺς πατρίους νόμους, ὅπως τε μηδεὶς αὐτοῖς ἐπιτάσσῃ διὰ τὸ φίλους αὐτοὺς ἡμετέρους εἶναι καὶ συμμάχους, ἀδικήσῃ τε μηδὲ εἷς αὐτοὺς ἐν τῇ ἡμετέρᾳ ἐπαρχίᾳ, ὡς Τραλλιανῶν τε ἀντειπόντων κατὰ πρόσωπον μὴ ἀρέσκεσθαι τοῖς περὶ αὐτῶν δεδογμένοις ἐπέταξας ταῦτα οὕτως γίνεσθαι· παρακεκλῆσθαι δέ σε, ὥστε καὶ ἡμῖν γράψαι περὶ αὐτῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.235 Joseph. AJ 14.240 (English) >>Joseph. AJ 14.245

Powered by PhiloLogic